Ezekiel 11

1καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τοῦ οἴκου κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ εἶδον ἐν μέσῳ αὐτῶν τὸν Ιεζονιαν τὸν τοῦ Εζερ Καὶ Φαλτιαν τὸν τοῦ Βαναιου τοὺς ἀφηγουμένους τοῦ λαοῦ. 2καὶ εἶπεν κύριος πρός με Υἱὲ ἀνθρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ 3οἱ λέγοντες Οὐχὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι; αὕτη ἐστὶν λέβης, ἡμεῖς δὲ τὰ κρέα. 4διὰ τοῦτο προφήτευσον ἐπ' αὐτούς, προφήτευσον, υἱὲ ἀνθρώπου. 5καὶ ἔπεσεν ἐπ' ἐμὲ πνεῦμα κυρίου καὶ εἶπεν πρός με Λέγε Τάδε λέγει κύριος Οὕτως εἴπατε, οἶκος Ισραηλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι. 6ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν. 7διὰ τοῦτο τάδε λέγει κύριος Τοὺς νεκροὺς ὑμῶν οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσιν τὰ κρέα, αὐτὴ δὲ λέβης ἐστίν, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς. 8ῥομφαίαν φοβεῖσθε, καὶ ῥομφαίαν ἐπάξω ἐφ' ὑμᾶς, λέγει κύριος. 9καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων καὶ ποιήσω ἐν ὑμῖν κρίματα. 10ἐν ῥομφαίᾳ πεσεῖσθε, ἐπὶ τῶν ὁρίων τοῦ Ισραηλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος. 11αὐτὴ ὑμῖν οὐκ ἔσται εἰς λέβητα, καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα· ἐπὶ τῶν ὁρίων τοῦ Ισραηλ κρινῶ ὑμᾶς, 12καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος. 13καὶ ἐγένετο ἐν τῷ προφητεύειν με καὶ Φαλτιας τοῦ Βαναιου ἀπέθανεν, καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα φωνῇ μεγάλῃ καὶ εἶπα οἴμμοι, Οἴμμοι κύριε, εἰς συντέλειαν σὺ ποιεῖς τοὺς καταλοίπους τοῦ Ισραηλ. 14Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 15Υἱὲ ἀνθρώπου, οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς οἶκος τοῦ Ισραηλ συντετέλεσται, οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες Ιερουσαλημ Μακρὰν ἀπέχετε ἀπὸ τοῦ κυρίου, ἡμῖν δέδοται γῆ εἰς κληρονομίαν. 16διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος ὅτι Ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἂν εἰσέλθωσιν ἐκεῖ. 17διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν, οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς, Καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ισραηλ. 18καὶ εἰσελεύσονται ἐκεῖ καὶ ἐξαροῦσιν πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς. 19καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, 20ὅπως ἐν τοῖς προστάγμασίν μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιῶσιν αὐτά· καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν. 21καὶ εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν, ὡς καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει κύριος. 22καὶ ἐξῆραν τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, Καὶ δόξα θεοῦ Ισραηλ ἐπ' αὐτὰ ὑπεράνω αὐτῶν· 23καὶ ἀνέβη δόξα κυρίου ἐκ μέσης τῆς πόλεως καὶ ἔστη ἐπὶ τοῦ ὄρους, ἦν ἀπέναντι τῆς πόλεως. 24καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με εἰς γῆν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι θεοῦ· καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς εἶδον, 25καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ κυρίου, οὓς ἔδειξέν μοι.
Copyright information for LXX